ἔπειτ᾽ ἔξεισιν ἐκ τοῦ δικαστηρίου ὁ τοιοῦτος κριτὴς ἑαυτὸν μὲν ἀσθενῆ πεποιηκώς, ἰσχυρὸν δὲ τὸν ῥήτορα. ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει: ὅταν δ᾽ ἑτέρῳ ταῦτα παραδῷ, καταλέλυκε τὴν αὐτὸς αὑτοῦ δυναστείαν. ἔπειθ᾽ ὁ μὲν ὅρκος ὃν ὀμωμοκὼς δικάζει, συμπαρακολουθῶν αὐτὸν λυπεῖ: δι᾽ αὐτὸν γὰρ οἶμαι γέγονε τὸ ἁμάρτημα: ἡ δὲ χάρις πρὸς ὃν ἐχαρίζετο ἄδηλος γεγένηται: ἡ γὰρ ψῆφος ἀφανὴς φέρεται.