καὶ προσέγραψαν1 ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετ᾽ Ἀθηναιων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες, πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵν᾽ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδ᾽ ἀπαράσκευοι πολεμήσαιμεν, ὃ2 νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δ᾽ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.“Δόγμα Συμμάχων”