‘ναί, ἀλλ᾽ ἔστι τις ἄνθρωπος ὃς οὔτ᾽ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτ᾽ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν.’ καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. ‘καὶ πῶς ὅ γε μηδὲν λαβὼν μηδ᾽ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει;’ αὐτὸς ὑποβάλλει καὶ διδάσκει ὁ νόμος ἃ χρὴ γράφειν: κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτι ‘οὔτ᾽ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτ᾽ ἀνήλωσα.’ ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.“Νόμοι”