ἤδη δ᾽ ἐκ τῶν τεχνῶν τῶν Δημοσθένους αἰσχρὸν ἔθος ἐν τοῖς δικαστηρίοις παραδέδεχθε.1 μετενήνεκται γὰρ ὑμῖν2 τὰ τῆς πόλεως δίκαια: ὁ μὲν γὰρ κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ἐνίοτε ὧν μέν εἰσι κριταὶ ἐπιλανθάνονται, ὧν δ᾽ οὐκ εἰσί,3 περὶ τούτων ἀναγκάζονται τὴν ψῆφον φέρειν. λέγει δὲ ὁ φεύγων, ἂν ἄρα ποθ᾽ ἅψηται τοῦ πράγματος, οὐκ ὡς ἔννομα γέγραφεν, ἀλλ᾽ ὡς ἤδη ποτὲ καὶ πρότερον ἕτερος τοιαῦτα γράψας ἀπέφυγεν. ἐφ᾽ ᾧ καὶ νυνὶ μέγα φρονεῖν ἀκούω Κτησιφῶντα.