καίτοι πυνθάνομαί γ᾽ αὐτὸν μέλλειν λέγειν, ὡς οὐ δίκαια ποιῶ παραβάλλων αὐτῷ τὰ τῶν προγόνων ἔργα: οὐδὲ γὰρ Φιλάμμωνα1 τὸν πύκτην Ὀλυμπίασι στεφανωθῆναι νικήσαντα Γλαῦκον τὸν παλαιὸν ἐκεῖνον,2 ἀλλὰ τοὺς καθ᾽ ἑαυτὸν ἀγωνιστάς, ὥσπερ ὑμᾶς ἀγνοοῦντας ὅτι τοῖς μὲν πύκταις ἐστὶν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δ᾽ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν, ἧς καὶ ἕνεκα στεφανοῦνται. δεῖ γὰρ τὸν κήρυκα ἀψευδεῖν, ὅταν τὴν ἀνάρρησιν ἐν τῷ θεάτρῳ ποιῆται πρὸς τοὺς Ἕλληνας. μὴ οὖν ἡμῖν, ὡς Παταικίωνος ἄμεινον πεπολίτευσαι, διέξιθι, ἀλλ᾽ ἐφικόμενος τῆς ἀνδραγαθίας, οὕτω τὰς χάριτας τὸν δῆμον ἀπαίτει.