χειροτονηθεὶς γὰρ ὑφ᾽ ὑμῶν πυλάγορος, λαμβάνει δισχιλίας δραχμὰς παρὰ τῶν Ἀμφισσέων, τοῦ μηδεμίαν μνείαν περὶ αὐτῶν ἐν τοῖς Ἀμφικτύοσι ποιεῖσθαι. διωμολογήθη δ᾽ αὐτῷ καὶ εἰς τὸν λοιπὸν χρόνον ἀποστέλλεσθαι Ἀθήναζε τοῦ ἐνιαυτοῦ ἑκάστου μνᾶς εἴκοσιν ἐκ τῶν ἐξαγίστων καὶ ἐπαράτων χρημάτων, ἐφ᾽ ᾧτε βοηθήσει τοῖς Ἀμφισσεῦσιν Ἀθήνησι κατὰ πάντα τρόπον: ὅθεν ἔτι μᾶλλον ἢ πρότερον συμβέβηκεν αὐτῷ, ὅτου ἂν προσάψηται, ἢ ἀνδρὸς1 ἰδιώτου ἢ δυνάστου ἢ πόλεως δημοκρατουμένης, τούτων ἑκάστους ἀνιάτοις συμφοραῖς περιβάλλειν.