ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δ᾽ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δ᾽ ἦν ἃ ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας: οὐδὲν γὰρ ἦν τὸ μέσον, εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων ὁ δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλ᾽ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἐκ Χαλκίδος, ἢ τεθνάναι ἐγκαταληφθέντι: τηλικαῦται δυνάμεις ἐπ᾽ αὐτὸν ἐπεστράτευον, ἥ τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δ᾽ ἧκον οἱ μισθοὶ τῷ γράψοντι1 τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις.