κἀκεῖνο δὲ χρὴ διαμνημονεύειν, ὅτι νυνὶ πάντες οἱ πολῖται παρακαταθέμενοι τὴν πόλιν ὑμῖν καὶ τὴν πολιτείαν διαπιστεύσαντες, οἱ μὲν πάρεισι καὶ ἐπακούουσι τῆσδε τῆς κρίσεως, οἱ δὲ ἄπεισιν ἐπὶ τῶν ἰδίων ἔργων: οὓς αἰσχυνόμενοι καὶ τῶν ὅρκων οὓς ὠμόσατε, μεμνημένοι καὶ τῶν νόμων, ἐὰν ἐξελέγξω Κτησιφῶντα καὶ παράνομα γεγραφότα καὶ ψευδῆ καὶ ἀσύμφορα τῆ πόλει, λύετε, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς παρανόμους γνώμας, βεβαιοῦτε τῇ πόλει τὴν δημοκρατίαν, κολάζετε τοὺς ὑπεναντίως τοῖς νόμοις καὶ τῷ συμφέροντι τῷ ὑμετέρῳ πολιτευομένους. κἂν ταύτην ἔχοντες τὴν διάνοιαν ἀκούητε τῶν μελλόντων ῥηθήσεσθαι λόγων, εὖ οἶδ᾽ καὶ δίκαια καὶ εὔορκα καὶ συμφέροντα ὑμῖν αὐτοῖς ψηφιεῖσθε καὶ πάσῃ τῇ πόλει.