ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ1 βουλευτήριον ἀναρρηθῆναι, τοῖς δ᾽ ὑπὸ τοῦ δήμου2 τὴν3 ἐκκλησίαν, τοῖς δ᾽ ὑπὸ τῶν δημοτῶν καὶ φυλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται, προσαπείπῃ δ᾽ ἐν τῷ νόμῳ μηδ᾽ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι, ἀπούσης βουλῆς καὶ δήμου καὶ φυλετῶν καὶ δημοτῶν,—ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι;