πρὸς μὲν οὖν τὰς κενὰς1 προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι: ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος ὁ Δημοσθένης, ὅθ᾽ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν2 ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδ᾽ εὐθύνας δεδωκώς, ταῦτ᾽ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν.3“Διαλογισμὸς τῶν Ἡμερῶν”
οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω4 δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν: αἱρεῖ γὰρ αὐτὸν οὐχ ἡ κατηγορία ἡ ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.