καὶ φατὲ μὲν εὐτυχεῖς εἶναι, ὡς καὶ ἐστὲ καλῶς ποιοῦντες, ψηφιεῖσθε δ᾽ ὑπὸ μὲν τῆς τύχης ἐγκαταλελεῖφθαι, ὑπὸ Δημοσθένους δὲ εὖ πεπονθέναι; καὶ τὸ πάντων ἀτοπώτατον, ἐν τοῖς αὐτοῖς δικαστηρίοις τοὺς μὲν τὰς τῶν δώρων γραφὰς ἁλισκομένους ἀτιμοῦτε, ὃν δ᾽ αὐτοὶ μισθοῦ πολιτευόμενον σύνιστε, στεφανώσετε; καὶ τοὺς μὲν κριτὰς τοὺς ἐκ τῶν Διονυσίων, ἐὰν μὴ δικαίως τοὺς κυκλίους χοροὺς κρίνωσι, ζημιοῦτε: αὐτοὶ δὲ οὐ κυκλίων χορῶν κριταὶ καθεστηκότες, ἀλλὰ νόμων καὶ πολιτικῆς ἀρετῆς, τὰς δωρεὰς οὐ κατὰ τοὺς νόμους οὐδ᾽ ὀλίγοις καὶ τοῖς ἀξίοις, ἀλλὰ τῷ διαπραξαμένῳ δώσετε;