καὶ νὴ Δία, ὡς ἐγὼ πυνθάνομαι, μέλλει με ἀνερωτᾶν, διὰ τί τὸ μὲν κεφάλαιον αὐτοῦ τῆς πολιτείας ψέγω, τὰ δὲ καθ᾽ ἕκαστον οὐκ ἐκώλυον οὐδ᾽ ἐγραφόμην, ἀλλὰ διαλείπων καὶ πρὸς τὴν πολιτείαν οὐ πυκνὰ προσιὼν ἀπήνεγκα τὴν γραφήν. ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτ᾽ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν1 εἶναι βουλοίμην, οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην2 ἂν ζῆν.