Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εὔχυλοι. προσηνέστεροι δ᾽ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες τι ἀφιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν οἱ δ᾽ ἐπὶ τοῦ σκοπέλου: τῆς Σικελίας κοιλίας λυτικοί.’ Ἀριστοτέλης δέ φησι τῶν ἐχίνων πλείω γένη εἶναι: ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν, μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως:
[p. 392]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.