previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

παρθέν᾽, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
895καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τ᾽ ἐμαυτῆς τοῦδέ θ᾽, ὃν μόλις ποτὲ
λαβοῦσ᾽ ἐπ᾽ ἀκμῆς εἰμι κατθανόντ᾽ ἰδεῖν:
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδ᾽ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
900σῷσον δέ, λίσσομαί σε: συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
μισεῖ γὰρ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
905ἐατέος δ᾽ πλοῦτος ἄδικός τις ὤν.
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖ᾽, ἐν χρὴ δώματ᾽ ἀναπληρουμένους
τἀλλότρια μὴ σχεῖν μηδ᾽ ἀφαιρεῖσθαι βίᾳ.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ᾽ ἐμοί,
910Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδ᾽ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ᾽ ἄν;
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει:
915πότερον δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντ᾽ ἂν οὐ βούλοιντ᾽ ἂν ἀποδοῦναι πάλιν;
δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
νέμειν ματαίῳ μᾶλλον χρηστῷ πατρί.
εἰ δ᾽ οὖσα μάντις καὶ τὰ θεῖ᾽ ἡγουμένη
920τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῷ δ᾽ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντ᾽ ἐξειδέναι,
τά τ᾽ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
τήν τ᾽ ἀθλίαν ἔμ᾽, οἷσιν ἔγκειμαι κακοῖς,
925ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης:
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν:
κλῄζομαι καθ᾽ Ἑλλάδ᾽ ὡς προδοῦσ᾽ ἐμὸν
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
ἢν δ᾽ Ἑλλάδ᾽ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
930κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντ᾽, ἐγὼ δὲ προδότις οὐκ ἄρ᾽ φίλων,
πάλιν μ᾽ ἀνάξουσ᾽ ἐς τὸ σῶφρον αὖθις αὖ,
ἑδνώσομαί τε θυγατέρ᾽, ἣν οὐδεὶς γαμεῖ,
τὴν δ᾽ ἐνθάδ᾽ ἐκλιποῦσ᾽ ἀλητείαν πικρὰν
935ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
κεἰ μὲν θανὼν ὅδ᾽ ἐν πυρᾷ κατεσφάγη,
πρόσω σφ᾽ ἀπόντα δακρύοις ἂν ἠγάπων:
νῦν δ᾽ ὄντα καὶ σωθέντ᾽ ἀφαιρεθήσομαι;

μὴ δῆτα, παρθέν᾽, ἀλλά σ᾽ ἱκετεύω τόδε:
940δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου: παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: