Χορός
ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
χωρεῖ γέροντι: τοὺς θεοὺς ἔχων τις ἂν
760φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
εἶἑν: τὰ μὲν δὴ δεῦρ᾽ ἀεὶ καλῶς ἔχει.
ὅπως δ᾽ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
765ἦ πόλλ᾽ ἀνήρου μ᾽ ἑνὶ λόγῳ μιᾷ θ᾽ ὁδῷ.
τί σοι λέγοιμ᾽ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
τὰ Ναυπλίου τ᾽ Εὐβοικὰ πυρπολήματα
Κρήτην τε Λιβύης θ᾽ ἃς ἐπεστράφην πόλεις,
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σ᾽ ἂν
770μύθων, λέγων τ᾽ ἄν σοι κάκ᾽ ἀλγοίην ἔτι,
πάσχων τ᾽ ἔκαμνον: δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
κάλλιον εἶπας ἤ σ᾽ ἀνηρόμην ἐγώ.
ἓν δ᾽ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
πόντου 'πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
775ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
φεῦ φεῦ: μακρόν γ᾽ ἔλεξας, ὦ τάλας, χρόνον
σωθεὶς δ᾽ ἐκεῖθεν ἐνθάδ᾽ ἦλθες ἐς σφαγάς.
Μενελέως
πῶς φῄς; τί λέξεις; ὥς μ᾽ ἀπώλεσας, γύναι.
Ἑλένη
780φεῦγ᾽ ὡς τάχιστα τῆσδ᾽ ἀπαλλαχθεὶς χθονός.
θανῇ πρὸς ἀνδρὸς οὗ τάδ᾽ ἐστὶ δώματα.
Μενελέως
τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
ἦ γὰρ γαμεῖν τις τἄμ᾽ ἐβουλήθη λέχη;
Ἑλένη
785ὕβριν θ᾽ ὑβρίζειν εἰς ἔμ᾽, ἣν ἔτλην ἐγώ.
Μενελέως
ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
τόδ᾽ ἔστ᾽ ἐκεῖν᾽ αἴνιγμ᾽ ὃ προσπόλου κλύω.
Ἑλένη
ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
790τοῖσδ᾽, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη
οὔ που προσῄτεις βίοτον; ὦ τάλαιν᾽ ἐγώ.
Μενελέως
τοὔργον μὲν ἦν τοῦτ᾽, ὄνομα δ᾽ οὐκ εἶχεν τόδε.