previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑλένη

πάντ᾽ οἶσθ᾽ ἄρ᾽, ὡς ἔοικας, ἀμφ᾽ ἐμῶν γάμων.

Μενελέως

οἶδ᾽: εἰ δὲ λέκτρα διέφυγες τάδ᾽ οὐκ ἔχω.

Ἑλένη

795ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.

Μενελέως

τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.

Ἑλένη

ὁρᾷς τάφου τοῦδ᾽ ἀθλίους ἕδρας ἐμάς;

Μενελέως

ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;

Ἑλένη

ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.

Μενελέως

800βωμοῦ σπανίζουσ᾽ νόμοισι βαρβάροις;

Ἑλένη

ἐρρύεθ᾽ ἡμᾶς τοῦτ᾽ ἴσον ναοῖς θεῶν.

Μενελέως

οὐδ᾽ ἄρα πρὸς οἴκους ναυστολεῖν σ᾽ ἔξεστί μοι;

Ἑλένη

ξίφος μένει σε μᾶλλον τοὐμὸν λέχος.

Μενελέως

οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.

Ἑλένη

805μή νυν καταιδοῦ, φεῦγε δ᾽ ἐκ τῆσδε χθονός.

Μενελέως

λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.

Ἑλένη

κρεῖσσον γὰρ σε τἄμ᾽ ἀποκτεῖναι λέχη.

Μενελέως

ἄνανδρά γ᾽ εἶπας Ἰλίου τ᾽ οὐκ ἄξια.

Ἑλένη

οὐκ ἂν κτάνοις τύραννον, σπεύδεις ἴσως.

Μενελέως

810οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;

Ἑλένη

εἴσῃ. τὸ τολμᾶν δ᾽ ἀδύνατ᾽ ἀνδρὸς οὐ σοφοῦ.

Μενελέως

σιγῇ παράσχω δῆτ᾽ ἐμὰς δῆσαι χέρας;

Ἑλένη

ἐς ἄπορον ἥκεις: δεῖ δὲ μηχανῆς τινος.

Μενελέως

δρῶντας γὰρ μὴ δρῶντας ἥδιον θανεῖν.

Ἑλένη

815μί᾽ ἔστιν ἐλπίς, μόνῃ σωθεῖμεν ἄν.

Μενελέως

ὠνητὸς τολμητὸς λόγων ὕπο;

Ἑλένη

εἰ μὴ τύραννός σ᾽ ἐκπύθοιτ᾽ ἀφιγμένον.

Μενελέως

ἐρεῖ δὲ τίς μ᾽; οὐ γνώσεταί γ᾽ ὅς εἰμ᾽ ἐγώ.

Ἑλένη

ἔστ᾽ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.

Μενελέως

820φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;

Ἑλένη

οὔκ, ἀλλ᾽ ἀδελφή: Θεονόην καλοῦσί νιν.

Μενελέως

χρηστήριον μὲν τοὔνομ᾽: τι δὲ δρᾷ φράσον.

Ἑλένη

πάντ᾽ οἶδ᾽, ἐρεῖ τε συγγόνῳ παρόντα σε.

Μενελέως

θνῄσκοιμεν ἄν: λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.

Ἑλένη

825ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν

Μενελέως

τί χρῆμα δρᾶσαι; τίν᾽ ὑπάγεις μ᾽ ἐς ἐλπίδα;

Ἑλένη

παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.

Μενελέως

πείσαντε δ᾽ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;

Ἑλένη

κοινῇ γ᾽ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ᾽ ἂν οὔ.

Μενελέως

830σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.

Ἑλένη

ὡς οὐκ ἄχρωστα γόνατ᾽ ἐμῶν ἕξει χερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: