Θεοκλύμενος
1250ὦ ξένε, λόγων μὲν κληδόν᾽ ἤνεγκας φίλην.
Μενελέως
οὔκουν ἐμαυτῷ γ᾽ οὐδὲ τῷ τεθνηκότι.
Θεοκλύμενος
πῶς τοὺς θανόντας θάπτετ᾽ ἐν πόντῳ νεκρούς;
Μενελέως
ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
Θεοκλύμενος
πλούτου λέγ᾽ οὕνεχ᾽ ὅ τι θέλεις ταύτης χάριν.
Μενελέως
1255προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θεοκλύμενος
τίνος; σύ μοι σήμαινε, πείσομαι δ᾽ ἐγώ.
Μενελέως
αὐτὸς σὺ γίγνωσκ᾽: ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλύμενος
ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελέως
διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλύμενος
1260οὐ τῶνδ᾽ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελέως
καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλύμενος
ἔσται: τί δ᾽ ἄλλο προσφέρειν νομίζεται;
Μενελέως
χαλκήλαθ᾽ ὅπλα: καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλύμενος
ἄξια τάδ᾽ ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελέως
1265καὶ τἄλλ᾽ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
πόσον δ᾽ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
ὥστ᾽ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
1270τί δή; τόδ᾽ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
ὡς μὴ πάλιν γῇ λύματ᾽ ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.
Θεοκλύμενος
οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελέως
1275μητρὸς τόδ᾽ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλύμενος
ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενελέως
ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θεοκλύμενος
ἴτω: πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
ἐλθὼν δ᾽ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ:
1280καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῇδε πρὸς χάριν: φήμας δ᾽ ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψῃ σῖτά θ᾽, ὥστε σ᾽ ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γ᾽ ἀθλίως ἔχονθ᾽ ὁρῶ.
1285σὺ δ᾽, ὦ τάλαινα, μὴ 'πὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήν — Μενέλεως δ᾽ ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
σὸν ἔργον, ὦ νεᾶνι: τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ᾽ ὄντ᾽ ἐᾶν:
1290ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
ἢν δ᾽ Ἑλλάδ᾽ ἔλθω καὶ τύχω σωτηρίας,
παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ἑλένη
ἔσται τάδ᾽: οὐδὲ μέμψεται πόσις ποτὲ
1295ἡμῖν: σὺ δ᾽ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
ἀλλ᾽, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τ᾽ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
εὐεργετήσω σ᾽: εὐμενέστερον γὰρ ἂν
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
1300δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.