Ἄγγελος
Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
600τί δ᾽ ἔστιν; οὔ που βαρβάρων συλᾶσθ᾽ ὕπο;
Ἄγγελος
θαῦμ᾽ ἔστ᾽, ἔλασσον τοὔνομ᾽ ἢ τὸ πρᾶγμ᾽ ἔχον.
Μενελέως
λέγ᾽: ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
παλαιὰ θρηνεῖς πήματ᾽: ἀγγέλλεις δὲ τί;
Ἄγγελος
605βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσ᾽ ἄφαντος: οὐρανῷ δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφ᾽ ἐσῴζομεν,
τοσόνδε λέξασ᾽: ὦ ταλαίπωροι Φρύγες
πάντες τ᾽ Ἀχαιοί, δι᾽ ἔμ᾽ ἐπὶ Σκαμανδρίοις
610ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντ᾽ ἔχειν Πάριν.
ἐγὼ δ᾽, ἐπειδὴ χρόνον ἔμειν᾽ ὅσον με χρῆν,
τὸ μόρσιμον σῴσασα, πατέρ᾽ ἐς οὐρανὸν
ἄπειμι: φήμας δ᾽ ἡ τάλαινα Τυνδαρὶς
615ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδ᾽ ἦσθ᾽ ἄρα;
ἐγὼ δέ σ᾽ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
620ἡμᾶς τόδ᾽ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
τοῦτ᾽ ἔστ᾽ ἐκεῖνο: ξυμβεβᾶσιν οἱ λόγοι
οἱ τῆσδ᾽ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
ἥ σ᾽ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.