Γραῦς
τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
440Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
ὦ γραῖα, ταὐτὰ ταῦτ᾽ ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ: ἀλλ᾽ ἄνες λόγον.
Γραῦς
ἄπελθ᾽: ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδ᾽ Ἑλλήνων δόμοις.
Μενελέως
445ἆ: μὴ προσείλει χεῖρα μηδ᾽ ὤθει βίᾳ.
Γραῦς
πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ᾽ αἴτιος.
Μενελέως
ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...
Γραῦς
πικρῶς ἄρ᾽ οἶμαί γ᾽ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
450οἶκον πρὸς ἄλλον νύν τιν᾽ ἀντὶ τοῦδ᾽ ἴθι.
Μενελέως
οὔκ, ἀλλ᾽ ἔσω πάρειμι: καὶ σύ μοι πιθοῦ.
Γραῦς
ὀχληρὸς ἴσθ᾽ ὤν: καὶ τάχ᾽ ὠσθήσῃ βίᾳ.
Μενελέως
αἰαῖ: τὰ κλεινὰ ποῦ 'στί μοι στρατεύματα;
Γραῦς
οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ᾽, οὐκ ἐνθάδε.
Μενελέως
455ὦ δαῖμον, ὡς ἀνάξι᾽ ἠτιμώμεθα.
Γραῦς
τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν᾽ οἰκτρὸς εἶ;
Μενελέως
πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
τίς δ᾽ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
460Πρωτεὺς τάδ᾽ οἰκεῖ δώματ᾽, Αἴγυπτος δὲ γῆ.
Μενελέως
Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκ᾽ ἄρα.
Γραῦς
τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
οὐ τοῦτ᾽ ἐμέμφθην: τὰς ἐμὰς στένω τύχας.
Γραῦς
πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
465ἔστ᾽ οὖν ἐν οἴκοις ὅντιν᾽ ὀνομάζεις ἄναξ;
Γραῦς
τόδ᾽ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ᾽ ἄρχει χθονός.
Μενελέως
ποῦ δῆτ᾽ ἂν εἴη; πότερον ἐκτὸς ἢ 'ν δόμοις;
Γραῦς
οὐκ ἔνδον: Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
τίν᾽ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
470Ἑλένη κατ᾽ οἴκους ἐστὶ τούσδ᾽ ἡ τοῦ Διός.
Μενελέως
πῶς φῄς; τίν᾽ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ᾽ ἦν.
Μενελέως
πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ᾽ ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασ᾽ ἄπο.
Μενελέως
475πότε; οὔ τί που λελῄσμεθ᾽ ἐξ ἄντρων λέχος;