Χορός
1495μόλοιτέ ποθ᾽ ἵππιον οἶμον
δι᾽ αἰθέρος ἱέμενοι
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἄστρων ὑπ᾽ ἀέλλαισιν:
οἳ ναίετ᾽ οὐράνιοι,
1500σωτῆρες τᾶς Ἑλένας,
γλαυκὸν ἔπιτ᾽ οἶδμα κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
1505πέμποντες Διόθεν πνοάς:
δύσκλειαν δ᾽ ἀπὸ συγγόνου
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαίων ἐρίδων
ποιναθεῖσ᾽ ἐκτήσατο, γᾶν
1510οὐκ ἐλθοῦσά ποτ᾽ Ἰλίου
Φοιβείους ἐπὶ πύργους.