Χορός
εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
700Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ᾽ ἔχω.
Μενελέως
ἀλλ᾽, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
οὐχ ἥδε, πρὸς θεῶν δ᾽ ἦμεν ἠπατημένοι,
705νεφέλης ἄγαλμ᾽ ἔχοντες ἐν χεροῖν λυγρόν.
Ἄγγελος
τί φῄς;
νεφέλης ἄρ᾽ ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
Ἥρας τάδ᾽ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
ἡ δ᾽ οὖσ᾽ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
710αὕτη: λόγοις δ᾽ ἐμοῖσι πίστευσον τάδε.
Ἄγγελος
ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
ἐκεῖσε κἀκεῖσ᾽ ἀναφέρων: ὃ μὲν πονεῖ,
ὃ δ᾽ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
715βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
σπεύδων δ᾽ ὅτ᾽ ἔσπευδ᾽ οὐδὲν εἶχε: νῦν δ᾽ ἔχει
αὐτόματα πράξας τἀγάθ᾽ εὐτυχέστατα.
720οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
ᾔσχυνας, οὐδ᾽ ἔδρασας οἷα κλῄζεται.
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
καὶ λαμπάδων μεμνήμεθ᾽ ἃς τετραόροις
ἵπποις τροχάζων παρέφερον: σὺ δ᾽ ἐν δίφροις
725ξὺν τῷδε νύμφη δῶμ᾽ ἔλειπες ὄλβιον.
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
ἐγὼ μὲν εἴην, κεἰ πέφυχ᾽ ὅμως λάτρις,
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
730δούλοισι, τοὔνομ᾽ οὐκ ἔχων ἐλεύθερον,
τὸν νοῦν δέ: κρεῖσσον γὰρ τόδ᾽ ἢ δυοῖν κακοῖν
ἕν᾽ ὄντα χρῆσθαι, τὰς φρένας τ᾽ ἔχειν κακὰς
ἄλλων τ᾽ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.