Θεονόη
865ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα:
σὺ δ᾽ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
870κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
ἐφέστιον φλόγ᾽ ἐς δόμους κομίζετε.
Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
ἥκει πόσις σοι Μενέλεως ὅδ᾽ ἐμφανής,
875νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδ᾽ οἶσθα νόστον οἴκαδ᾽ εἴτ᾽ αὐτοῦ μενεῖς:
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῷδ᾽ ἐν ἤματι.
880Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
ξὺν τῇδ᾽, ἵν᾽ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ:
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
885ὡς μὴ 'ξελεγχθῇ μηδὲ πριαμένη φανῇ
τὸ κάλλος, Ἑλένης οὕνεκ᾽, ἀνονήτοις γάμοις.
τέλος δ᾽ ἐφ᾽ ἡμῖν, εἴθ᾽, ἃ βούλεται Κύπρις,
λέξασ᾽ ἀδελφῷ σ᾽ ἐνθάδ᾽ ὄντα διολέσω,
εἴτ᾽ αὖ μεθ᾽ Ἥρας στᾶσα σὸν σώσω βίον,
890κρύψασ᾽ ὁμαίμον᾽, ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς ...
τίς εἶσ᾽ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
παρόνθ᾽, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;