Ἑλένη
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα:
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελέως
1035ἄκουε δή νυν: χρόνιος εἶ κατὰ στέγας
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
τί τοῦτ᾽ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
πείσειας ἄν τιν᾽ οἵτινες τετραζύγων
1040ὄχων ἀνάσσουσ᾽, ὥστε νῷν δοῦναι δίφρους;
Ἑλένη
πείσαιμ᾽ ἄν: ἀλλὰ τίνα φυγὴν φευξούμεθα
πεδίων ἄπειροι βαρβάρου τ᾽ ὄντες χθονός;
Μενελέως
ἀδύνατον εἶπας. φέρε, τί δ᾽, εἰ κρυφθεὶς δόμοις
κτάνοιμ᾽ ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ἑλένη
1045οὐκ ἄν σ᾽ ἀνάσχοιτ᾽ οὐδὲ σιγήσειεν ἂν
μέλλοντ᾽ ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελέως
ἀλλ᾽ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
φεύγοντες: ἣν γὰρ εἴχομεν θάλασσ᾽ ἔχει.
Ἑλένη
ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
1050βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
Μενελέως
κακὸς μὲν ὄρνις: εἰ δὲ κερδανῶ, λέγειν
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ἑλένη
καὶ μὴν γυναικείοις σ᾽ ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελέως
1055σωτηρίας δὲ τοῦτ᾽ ἔχει τί νῷν ἄκος;
παλαιότης γὰρ τῷ λόγῳ γ᾽ ἔνεστί τις.
Ἑλένη
ὡς δὴ θανόντα σ᾽ ἐνάλιον κενῷ τάφῳ
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελέως
καὶ δὴ παρεῖκεν: εἶτα πῶς ἄνευ νεὼς
1060σωθησόμεσθα κενοταφοῦντ᾽ ἐμὸν δέμας;
Ἑλένη
δοῦναι κελεύσω πορθμίδ᾽, ᾗ καθήσομαι
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελέως
ὡς εὖ τόδ᾽ εἶπας πλὴν ἕν: εἰ χέρσῳ ταφὰς
θεῖναι κελεύσει σ᾽, οὐδὲν ἡ σκῆψις φέρει.
Ἑλένη
1065ἀλλ᾽ οὐ νομίζειν φήσομεν καθ᾽ Ἑλλάδα
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.