Χορός
ἔχεις μὲν ἀλγείν᾽, οἶδα: σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
255φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
ἆρ᾽ ἡ τεκοῦσά μ᾽ ἔτεκεν ἀνθρώποις τέρας;
γυνὴ γὰρ οὔθ᾽ Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
260τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ᾽ ἐστί μου,
τὰ μὲν δι᾽ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθ᾽ ἐξαλειφθεῖσ᾽ ὡς ἄγαλμ᾽ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ᾽ ὅμως:
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270πρῶτον μὲν οὐκ οὖσ᾽ ἄδικος, εἰμὶ δυσκλεής:
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
ἔπειτα πατρίδος θεοί μ᾽ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρ᾽ ἤθη, καὶ φίλων τητωμένη
275δούλη καθέστηκ᾽ οὖσ᾽ ἐλευθέρων ἄπο:
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δ᾽ ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθ᾽ ἥξειν καί μ᾽ ἀπαλλάξειν κακῶν —
οὗτος τέθνηκεν, οὗτος οὐκέτ᾽ ἔστι δή.
280
μήτηρ δ᾽ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ᾽ ἔστ᾽ ἐμόν:
ὃ δ᾽ ἀγλάισμα δωμάτων ἐμοῦ τ᾽ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται:
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285οὐκ ἐστόν. ἀλλὰ πάντ᾽ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ᾽ ἔργοισιν οὔ.
τὸ δ᾽ ἔσχατον τοῦτ᾽, εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπ᾽ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μ᾽ ἐλθεῖν μέτα.
290εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρ᾽ ἦν μόνοις, ἐς ξύμβολα.
νῦν δ᾽ οὔτε τοῦτ᾽ ἔστ᾽ οὔτε μὴ σωθῇ ποτε.