Μενελέως
ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθ᾽ ὤφελες τόθ᾽, ἡνίκ᾽ ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
390πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνον᾽ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν:
πλεῖστον γὰρ οἶμαι — καὶ τόδ᾽ οὐ κόμπῳ λέγω —
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
395τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δ᾽ ἄρξας Ἑλλάδος νεανίαις.
καὶ τοὺς μὲν οὐκέτ᾽ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δ᾽ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματ᾽ εἰς οἴκους πάλιν.
400ἐγὼ δ᾽ ἐπ᾽ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τ᾽ ἐρήμους ἀξένους τ᾽ ἐπιδρομὰς
405πέπλευκα πάσας: χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μ᾽ ἀπωθεῖ πνεῦμα, κοὔποτ᾽ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μ᾽ ἐς πάτραν μολεῖν.
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε: ναῦς δὲ πρὸς πέτρας
410πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
τρόπις δ᾽ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφ᾽ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
415οὐκ οἶδα: ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθ᾽ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπ᾽ αἰδοῦς τῆς τύχης. ὅταν δ᾽ ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
420χρεία δὲ τείρει μ᾽: οὔτε γὰρ σῖτος πάρα
οὔτ᾽ ἀμφὶ χρῶτ᾽ ἐσθῆτες: αὐτὰ δ᾽ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
πέπλους δὲ τοὺς πρὶν λαμπρά τ᾽ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασ᾽: ἐν δ᾽ ἄντρου μυχοῖς
425κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμ᾽ ἀναγκάσας λέχη.
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορ᾽ ἤν πως ἐξερευνήσας λάβω.
430ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον: ἐλπὶς δ᾽ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις: ἐκ δὲ μὴ ἐχόντων βίον —
οὐδ᾽ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
435
ὠή: τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμ᾽ ἔσω κακά;