Ἑλένη
330φίλαι, λόγους ἐδεξάμαν:
βᾶτε βᾶτε δ᾽ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
335ἰὼ μέλεος ἁμέρα.
τίν᾽ ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
Χορός
μὴ πρόμαντις ἀλγέων
προλάμβαν᾽, ὦ φίλα, γόους.
Ἑλένη
340τί μοι πόσις μέλεος ἔτλα;
πότερα δέρκεται φάος
τέθριππά θ᾽ ἁλίου κέλευθά τ᾽ ἀστέρων,
ἢ 'ν νέκυσι κατὰ χθονὸς
345τὰν χρόνιον ἔχει τύχαν;
Χορός
ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
350Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι — τί τάδ᾽ ἀσύνετα; —
φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
355λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί
ας ἐνίζοντι Πριαμί
δᾳ ποτ᾽ ἀμφὶ βουστάθμους.
Χορός
360ἄλλοσ᾽ ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.