Χορός
αἰαῖ αἰαῖ:
ὦ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
αἰὼν δυσαίων
τις ἔλαχεν ἔλαχεν, ὅτε σ᾽ ἐτέκετο ματρόθεν
215χιονόχρως κύκνου πτερῷ
Ζεὺς πρέπων δι᾽ αἰθέρος:
τί γὰρ ἄπεστί σοι κακῶν;
τίνα δὲ βίοτον οὐκ ἔτλας;
μάτηρ μὲν οἴχεται,
220δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
225πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτ᾽ ἔτι
πάτρια μέλαθρα καὶ τὰν
Χαλκίοικον ὀλβιεῖς.