Χορός
Ἑκάβη, σπουδῇ πρός σ᾽ ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσ᾽,
100ἵν᾽ ἐκληρώθην καὶ προσετάχθην
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσ᾽,
105ἀλλ᾽ ἀγγελίας βάρος ἀραμένη
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
λέγεται δόξαι σὴν παῖδ᾽ Ἀχιλεῖ
σφάγιον θέσθαι: τύμβου δ᾽ ἐπιβὰς
110οἶσθ᾽ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
τὰς ποντοπόρους δ᾽ ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωΰσσων:
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
115στέλλεσθ᾽ ἀγέραστον ἀφέντες;
πολλῆς δ᾽ ἔριδος συνέπαισε κλύδων,
δόξα δ᾽ ἐχώρει δίχ᾽ ἀν᾽ Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβῳ σφάγιον, τοῖς δ᾽ οὐχὶ δοκοῦν.
120ἦν δ᾽ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρ᾽ Ἀγαμέμνων:
τὼ Θησείδα δ᾽, ὄζω Ἀθηνῶν,
δισσῶν μύθων ῥήτορες ἦσαν:
125γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
λέκτρ᾽ οὐκ ἐφάτην τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.