Πολυδώρου εἴδωλον
Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵν᾽ Ἅιδης χωρὶς ᾤκισται θεῶν,
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
Πριάμου τε πατρός, ὅς μ᾽, ἐπεὶ Φρυγῶν πόλιν
5κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
ὃς τήνδ᾽ ἀρίστην Χερσονησίαν πλάκα
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
10πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
πατήρ, ἵν᾽, εἴ ποτ᾽ Ἰλίου τείχη πέσοι,
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
νεώτατος δ᾽ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
ὑπεξέπεμψεν: οὔτε γὰρ φέρειν ὅπλα
15οὔτ᾽ ἔγχος οἷός τ᾽ ἦ νέῳ βραχίονι.
ἕως μὲν οὖν γῆς ὄρθ᾽ ἔκειθ᾽ ὁρίσματα
πύργοι τ᾽ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
Ἕκτωρ τ᾽ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
καλῶς παρ᾽ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
20τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας:
ἐπεὶ δὲ Τροία θ᾽ Ἕκτορός τ᾽ ἀπόλλυται
ψυχή, πατρῴα θ᾽ ἑστία κατεσκάφη,
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
25κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ᾽ ἁλὸς
μεθῆχ᾽, ἵν᾽ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
κεῖμαι δ᾽ ἐπ᾽ ἀκταῖς, ἄλλοτ᾽ ἐν πόντου σάλῳ,
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
30ἄκλαυτος ἄταφος: νῦν δ᾽ ὑπὲρ μητρὸς φίλης
Ἑκάβης ἀίσσω, σῶμ᾽ ἐρημώσας ἐμόν,
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.