Χορός
λέχη δὲ φίλια μονόπεπλος
λιποῦσα, Δωρὶς ὡς κόρα,
935σεμνὰν προσίζουσ᾽ οὐκ
ἤνυσ᾽ Ἄρτεμιν ἁ τλάμων:
ἄγομαι δὲ θανόντ᾽ ἰδοῦσ᾽ ἀκοίταν
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
πόλιν τ᾽ ἀποσκοποῦσ᾽, ἐπεὶ
νόστιμον
940ναῦς ἐκίνησεν πόδα καί μ᾽ ἀπὸ γᾶς
ὥρισεν Ἰλιάδος:
τάλαιν᾽, ἀπεῖπον ἄλγει,