Πολυξένη
ὁρῶ σ᾽, Ὀδυσσεῦ, δεξιὰν ὑφ᾽ εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
345θάρσει: πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία:
ὡς ἕψομαί γε τοῦ τ᾽ ἀναγκαίου χάριν
θανεῖν τε χρῄζουσ᾽: εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
350Φρυγῶν ἁπάντων: τοῦτό μοι πρῶτον βίου:
ἔπειτ᾽ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσ᾽, ὅτου δῶμ᾽ ἑστίαν τ᾽ ἀφίξομαι:
δέσποινα δ᾽ ἡ δύστηνος Ἰδαίαισιν ἦ
355γυναιξὶ †παρθένοις τ᾽ ἀπόβλεπτος μέτα,†
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον:
νῦν δ᾽ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν:
ἔπειτ᾽ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
360τύχοιμ᾽ ἄν, ὅστις ἀργύρου μ᾽ ὠνήσεται,
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
προσθεὶς δ᾽ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
σαίρειν τε δῶμα κερκίσιν τ᾽ ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μ᾽ ἀναγκάσει:
365λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
οὐ δῆτ᾽: ἀφίημ᾽ ὀμμάτων ἐλευθέρων
φέγγος τόδ᾽, Ἅιδῃ προστιθεῖσ᾽ ἐμὸν δέμας.
ἄγου μ᾽, Ὀδυσσεῦ, καὶ διέργασαί μ᾽ ἄγων:
370οὔτ᾽ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
θάρσος παρ᾽ ἡμῖν ὥς ποτ᾽ εὖ πρᾶξαί με χρή.
μῆτερ, σὺ δ᾽ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
λέγουσα μηδὲ δρῶσα: συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατ᾽ ἀξίαν τυχεῖν.
375ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
φέρει μέν, ἀλγεῖ δ᾽ αὐχέν᾽ ἐντιθεὶς ζυγῷ:
θανὼν δ᾽ ἂν εἴη μᾶλλον εὐτυχέστερος
ἢ ζῶν: τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός
δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
380ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.