Θεράπαινα
γυναῖκες, Ἑκάβη ποῦ ποθ᾽ ἡ παναθλία,
ἡ πάντα νικῶσ᾽ ἄνδρα καὶ θῆλυν σπορὰν
660κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορός
τί δ᾽, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
ὡς οὔποθ᾽ εὕδει λυπρά σου κηρύγματα.
Θεράπαινα
Ἑκάβῃ φέρω τόδ᾽ ἄλγος: ἐν κακοῖσι δὲ
οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός
665καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
ἥδ᾽, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα
ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
δέσποιν᾽, ὄλωλας κοὐκέτ᾽ εἶ, βλέπουσα φῶς,
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Ἑκάβη
670οὐ καινὸν εἶπας, εἰδόσιν δ᾽ ὠνείδισας.
ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
ἥκεις κομίζουσ᾽, ἧς ἀπηγγέλθη τάφος
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα
ἥδ᾽ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
675θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Ἑκάβη
οἲ 'γὼ τάλαινα: μῶν τὸ βακχεῖον κάρα
τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεράπαινα
ζῶσαν λέλακας, τὸν θανόντα δ᾽ οὐ στένεις
τόνδ᾽: ἀλλ᾽ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
680εἴ σοι φανεῖται θαῦμα καὶ παρ᾽ ἐλπίδας.