Πολυμήστωρ
ὦ φίλτατ᾽ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
Ἑκάβη, δακρύω σ᾽ εἰσορῶν πόλιν τε σὴν
955τήν τ᾽ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
φεῦ:
οὐκ ἔστι πιστὸν οὐδέν, οὔτ᾽ εὐδοξία
οὔτ᾽ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
φύρουσι δ᾽ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
960σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
θρηνεῖν, προκόπτοντ᾽ οὐδὲν ἐς πρόσθεν κακῶν;
σὺ δ᾽, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
σχές: τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
ἀπών, ὅτ᾽ ἦλθες δεῦρ᾽: ἐπεὶ δ᾽ ἀφικόμην,
965ἤδη πόδ᾽ ἔξω δωμάτων αἴροντί μοι
ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
Ἑκάβη
αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
970ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσ᾽, αἰδώς μ᾽ ἔχει
ἐν τῷδε πότμῳ τυγχάνουσ᾽ ἵν᾽ εἰμὶ νῦν
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
ἀλλ᾽ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
Πολυμῆστορ: ἄλλως δ᾽ αἴτιόν τι καὶ νόμος,
975γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
καὶ θαῦμά γ᾽ οὐδέν. ἀλλὰ τίς χρεία σ᾽ ἐμοῦ;
τί χρῆμ᾽ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα:
Ἑκάβη
ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
καὶ παῖδας εἰπεῖν σούς: ὀπάονας δέ μοι
980χωρὶς κέλευσον τῶνδ᾽ ἀποστῆναι δόμων.
Πολυμήστωρ
χωρεῖτ᾽: ἐν ἀσφαλεῖ γὰρ ἥδ᾽ ἐρημία.
φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
στράτευμ᾽ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν:
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
985φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ᾽ ἐγώ.