Ἑκάβη
καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
385ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δ᾽ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθ᾽: ἐγὼ ῎τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς
οὐ σ᾽, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
390φάντασμ᾽ Ἀχαιούς, ἀλλὰ τήνδ᾽, ᾐτήσατο.
Ἑκάβη
ὑμεῖς δέ μ᾽ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμ᾽ αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδ᾽ ἐξαιτουμένῳ.
Ὀδυσσεύς
ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
395ἄλλος πρὸς ἄλλῳ: μηδὲ τόνδ᾽ ὠφείλομεν.
Ἑκάβη
πολλή γ᾽ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ᾽ ἕξομαι.
Ὀδυσσεύς
οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
400ὡς τῆσδ᾽ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς
ἀλλ᾽ οὐδ᾽ ἐγὼ μὴν τήνδ᾽ ἄπειμ᾽ αὐτοῦ λιπών.