λαοὶ δ᾽ ἐπερρόθησαν, Ἀγαμέμνων τ᾽ ἄναξ
εἶπεν μεθεῖναι παρθένον νεανίαις.
555οἳ δ᾽, ὡς τάχιστ᾽ ἤκουσαν ὑστάτην ὄπα,
μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.
κἀπεὶ τόδ᾽ εἰσήκουσε δεσποτῶν ἔπος,
λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
ἔρρηξε λαγόνας ἐς μέσας παρ᾽ ὀμφαλόν,
560μαστούς τ᾽ ἔδειξε στέρνα θ᾽ ὡς ἀγάλματος
κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
ἔλεξε πάντων τλημονέστατον λόγον:
Ἰδού, τόδ᾽, εἰ μὲν στέρνον, ὦ νεανία,
παίειν προθυμῇ, παῖσον, εἰ δ᾽ ὑπ᾽ αὐχένα
565χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
ὃ δ᾽ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
τέμνει σιδήρῳ πνεύματος διαρροάς:
κρουνοὶ δ᾽ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσ᾽ ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
570κρύπτουσ᾽ ἃ κρύπτειν ὄμματ᾽ ἀρσένων χρεών.
ἐπεὶ δ᾽ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον:
ἀλλ᾽ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
575κορμοὺς φέροντες πευκίνους, ὁ δ᾽ οὐ φέρων
πρὸς τοῦ φέροντος τοιάδ᾽ ἤκουεν κακά:
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
οὐκ εἶ τι δώσων τῇ περίσσ᾽ εὐκαρδίῳ
580ψυχήν τ᾽ ἀρίστῃ; τοιάδ᾽ ἀμφὶ σῆς λέγων
παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
πασῶν γυναικῶν δυστυχεστάτην θ᾽ ὁρῶ.
Χορός
δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.