Ἑκάβη
φεῦ.
οὐκ ἔστι θνητῶν ὅστις ἔστ᾽ ἐλεύθερος:
865ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
ἐπεὶ δὲ ταρβεῖς τῷ τ᾽ ὄχλῳ πλέον νέμεις,
ἐγώ σε θήσω τοῦδ᾽ ἐλεύθερον φόβου.
870σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
τῷ τόνδ᾽ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
ἢν δ᾽ ἐξ Ἀχαιῶν θόρυβος ἢ 'πικουρία
πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
875τὰ δ᾽ ἄλλα — θάρσει — πάντ᾽ ἐγὼ θήσω καλῶς.
Ἀγαμέμνων
πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
ἢ φαρμάκοισιν ἢ 'πικουρίᾳ τινί;
τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Ἑκάβη
880στέγαι κεκεύθασ᾽ αἵδε Τρῳάδων ὄχλον.
Ἀγαμέμνων
τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη
σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων
καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη
δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
Ἀγαμέμνων
885δεινόν: τὸ μέντοι θῆλυ μέμφομαι γένος.
Ἑκάβη
τί δ᾽; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
ἀλλ᾽ ὣς γενέσθω: τόνδε μὲν μέθες λόγον,
πέμψον δέ μοι τήνδ᾽ ἀσφαλῶς διὰ στρατοῦ
890γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ
λέξον: Καλεῖ σ᾽ ἄνασσα δή ποτ᾽ Ἰλίου
Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
καὶ παῖδας: ὡς δεῖ καὶ τέκν᾽ εἰδέναι λόγους
τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς
895Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
ὡς τώδ᾽ ἀδελφὼ πλησίον μιᾷ φλογί,
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων
ἔσται τάδ᾽ οὕτω: καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν:
900νῦν δ᾽, οὐ γὰρ ἵησ᾽ οὐρίους πνοὰς θεός,
μένειν ἀνάγκη πλοῦν ὁρῶντ᾽ ἐς ἥσυχον.
γένοιτο δ᾽ εὖ πως: πᾶσι γὰρ κοινὸν τόδε,
ἰδίᾳ θ᾽ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.