Πολυμήστωρ
ὤμοι ἐγώ, πᾷ βῶ,
πᾷ στῶ, πᾷ κέλσω;
τετράποδος βάσιν θηρὸς ὀρεστέρου
τιθέμενος ἐπίχειρα κατ᾽ ἴχνος; ποίαν
1060ἢ ταύταν ἢ τάνδ᾽ ἐξαλλάξω, τὰς
ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
αἵ με διώλεσαν;
τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
1065ὦ κατάρατοι,
ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
ἀκέσαι᾽ ἀκέσαιο τυφλόν, Ἅλιε,
φέγγος ἐπαλλάξας.
1070
ἆ ἆ,
σίγα: κρυπτὰν βάσιν αἰσθάνομαι
τάνδε γυναικῶν. πᾷ πόδ᾽ ἐπᾴξας
σαρκῶν ὀστέων τ᾽ ἐμπλησθῶ,
θοίναν ἀγρίων θηρῶν τιθέμενος,
ἀρνύμενος λώβαν
1075λύμας ἀντίποιν᾽ ἐμᾶς; ὦ τάλας.
ποῖ πᾷ φέρομαι τέκν᾽ ἔρημα λιπὼν
Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
σφακτά, κυσίν τε φοινίαν δαῖτ᾽ ἀνή-
μερον τ᾽ οὐρείαν ἐκβολάν;
1080πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;