πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
χρῆν σ᾽, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδ᾽ ἔχειν
1220δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
πολὺν πατρῴας γῆς ἀπεξενωμένοις:
σὺ δ᾽ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτ᾽ ἐν δόμοις.
καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ᾽ ἐχρῆν τρέφειν
1225σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος:
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
φίλοι: τὰ χρηστὰ δ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔχει φίλους.
εἰ δ᾽ ἐσπάνιζες χρημάτων, ὃ δ᾽ εὐτύχει,
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ᾽ οὑμὸς μέγας:
1230νῦν δ᾽ οὔτ᾽ ἐκεῖνον ἄνδρ᾽ ἔχεις σαυτῷ φίλον,
χρυσοῦ τ᾽ ὄνησις οἴχεται παῖδές τε σοί,
αὐτός τε πράσσεις ὧδε. σοὶ δ᾽ ἐγὼ λέγω,
Ἀγάμεμνον, εἰ τῷδ᾽ ἀρκέσεις, κακὸς φανῇ:
οὔτ᾽ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
1235οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον:
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
τοιοῦτον ὄντα ... δεσπότας δ᾽ οὐ λοιδορῶ.
Χορός
φεῦ φεῦ: βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
χρηστῶν ἀφορμὰς ἐνδίδωσ᾽ ἀεὶ λόγων.
Ἀγαμέμνων
1240ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
ὅμως δ᾽ ἀνάγκη: καὶ γὰρ αἰσχύνην φέρει,
πρᾶγμ᾽ ἐς χέρας λαβόντ᾽ ἀπώσασθαι τόδε.
ἐμοὶ δ᾽, ἵν᾽ εἰδῇς, οὔτ᾽ ἐμὴν δοκεῖς χάριν
οὔτ᾽ οὖν Ἀχαιῶν ἄνδρ᾽ ἀποκτεῖναι ξένον,
1245ἀλλ᾽ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
λέγεις δὲ σαυτῷ πρόσφορ᾽ ἐν κακοῖσιν ὤν.
τάχ᾽ οὖν παρ᾽ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν:
ἡμῖν δέ γ᾽ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
1250οὐκ ἂν δυναίμην. ἀλλ᾽ ἐπεὶ τὰ μὴ καλὰ
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.