Ἑκάβη
Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον:
ἀλλ᾽, εἴτε χρήστ᾽ ἔδρασε, χρήστ᾽ ἔδει λέγειν,
1190εἴτ᾽ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
καὶ μὴ δύνασθαι τἄδικ᾽ εὖ λέγειν ποτέ.
σοφοὶ μὲν οὖν εἰσ᾽ οἱ τάδ᾽ ἠκριβωκότες,
ἀλλ᾽ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
κακῶς δ᾽ ἀπώλοντ᾽: οὔτις ἐξήλυξέ πω.
1195
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει:
πρὸς τόνδε δ᾽ εἶμι καὶ λόγοις ἀμείψομαι:
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
Ἀγαμέμνονός θ᾽ ἕκατι παῖδ᾽ ἐμὸν κτανεῖν.
ἀλλ᾽, ὦ κάκιστε, πρῶτον οὔποτ᾽ ἂν φίλον
1200τὸ βάρβαρον γένοιτ᾽ ἂν Ἕλλησιν γένος
οὐδ᾽ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
ἢ συγγενὴς ὤν, ἢ τίν᾽ αἰτίαν ἔχων;
ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
1205πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ᾽ εὐτύχει
Τροία, πέριξ δὲ πύργος εἶχ᾽ ἔτι πτόλιν,
1210ἔζη τε Πρίαμος Ἕκτορός τ᾽ ἤνθει δόρυ,
τί δ᾽ οὐ τότ᾽, εἴπερ τῷδ᾽ ἐβουλήθης χάριν
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
ἔκτεινας ἢ ζῶντ᾽ ἦλθες Ἀργείοις ἄγων;
ἀλλ᾽ ἡνίχ᾽ ἡμεῖς οὐκέτ᾽ ἐσμὲν ἐν φάει —
1215καπνῷ δ᾽ ἐσήμην᾽ ἄστυ — πολεμίων ὕπο,
ξένον κατέκτας σὴν μολόντ᾽ ἐφ᾽ ἑστίαν.