οἴμοι τάλαινα, ποῖ μ᾽ ὑπεξάγεις πόδα;
ἔοικα πράξειν οὐδέν: ὦ τάλαιν᾽ ἐγώ.
τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
815μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
μισθοὺς διδόντες μανθάνειν, ἵν᾽ ἦν ποτε
πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ᾽ ἅμα;
820πῶς οὖν ἔτ᾽ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ᾽ εἰσί μοι,
αὕτη δ᾽ ἐπ᾽ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι:
καπνὸν δὲ πόλεως τόνδ᾽ ὑπερθρῴσκονθ᾽ ὁρῶ.
καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
825Κύπριν προβάλλειν: ἀλλ᾽ ὅμως εἰρήσεται:
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
ποῦ τὰς φίλας δῆτ᾽ εὐφρόνας δείξεις, ἄναξ,
ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
830χάριν τίν᾽ ἕξει παῖς ἐμή, κείνης δ᾽ ἐγώ;
ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
ἄκουε δή νυν: τὸν θανόντα τόνδ᾽ ὁρᾷς;
τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
835δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
ὡς πάνθ᾽ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
840κλαίοντ᾽, ἐπισκήπτοντα παντοίους λόγους.
ὦ δέσποτ᾽, ὦ μέγιστον Ἕλλησιν φάος,
πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλ᾽ ὅμως.
ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θ᾽ ὑπηρετεῖν
845καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορός
δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
φίλους τιθέντες τούς γε πολεμιωτάτους
ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων
850ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
Ἑκάβη, δι᾽ οἴκτου χεῖρά θ᾽ ἱκεσίαν ἔχω,
καὶ βούλομαι θεῶν θ᾽ οὕνεκ᾽ ἀνόσιον ξένον
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
εἴ πως φανείη γ᾽ ὥστε σοί τ᾽ ἔχειν καλῶς,
855στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι:
— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
τὸν κατθανόντα δ᾽ ἐχθρόν: εἰ δὲ σοὶ φίλος
860ὅδ᾽ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —
πρὸς ταῦτα φρόντιζ᾽: ὡς θέλοντα μέν μ᾽ ἔχεις
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
βραδὺν δ᾽, Ἀχαιοῖς εἰ διαβληθήσομαι.