Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰδότες γάρ, ὡς οὐκ
ἄρχουσιν ἀλλ̓ ἀμύνονται, τὰς ψυχὰς ἀσυνειδήτους
κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσφέρονται,
ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ
θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον,
αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων
ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν.