Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους
εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ
ἔχειν ἐγκρύμματα
Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ
τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους
τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς
δυνάμεως, ἵν̓ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας
ἐπάγῃ: καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες
ἐπελθόντες ἤδη κεκοπιακόσι: τούς τε γὰρ
τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον
καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.