Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας
ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δ̓ ὅ τι οὖν
ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέστερον
οὐθὲν ἐπιζητοῦν: ὁ γὰρ ἀπὸ τῶν πόνων
λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ
κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι
γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι
δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι
καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.