Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους
ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας
ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα
[p. 412]
πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν:
ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων
ἐπὶ τὴν μάχην: δείξας δ̓ αὐτοῖς καὶ λόφους ἢ
βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ
καταλαμβάνεσθαι: ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ
αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ
μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας
ἑτέρους ἐκπεμπέτω: καὶ ἤτοι τοὺς μείναντας
ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.