Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ
διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι
καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ
σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν,
αἱ δ̓ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται —,
εἴ γε μὴ χρηματιστὴς εἴη: τὸν δὲ χρηματιστήν,
οὐδ̓ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω
ποτὲ αἱρεῖσθαι: λέγω δὲ ὀβολοστάτην, μετάβολον,
ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις
πράττοντας: ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας
εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ
μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων
ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.