Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ι λέγειν δ̓ ἱκανόν: ἔνθεν γὰρ ἡγοῦμαι τὸ
μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος:
ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ
[p. 380]
λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν,
τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως
ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν
μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς
ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς
τὰ δεινὰ τὴν διάνοιαν, ἄν τέ τι συμβῇ πταῖσμα
περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς
ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι
στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι
τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων
τοῖς τραυματίαις ἰατρῶν: