ὦ νέρτερ᾽ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970ὃς πόλλ᾽ ἐδέξω τῆσδ᾽ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ᾽ ἔχεις:
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γ᾽ ἀποδοῦναι λέχη.
975εἰ δ᾽ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθ᾽, ὡς μάθῃς, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ἢ 'μὲ δεῖ θανεῖν: ἁπλοῦς λόγος.
980ἢν δ᾽ ἐς μὲν ἀλκὴν μὴ πόδ᾽ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ᾽ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου 'πὶ νώτοις τοῦδ᾽, ἵν᾽ αἵματος ῥοαὶ
985τάφου καταστάζωσι: κεισόμεσθα δὲ
νεκρὼ δύ᾽ ἑξῆς τῷδ᾽ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
οὐ γὰρ γαμεῖ τήνδ᾽ οὔτε σύγγονος σέθεν
οὔτ᾽ ἄλλος οὐδείς: ἀλλ᾽ ἐγώ σφ᾽ ἀπάξομαι,
990εἰ μὴ πρὸς οἴκους δυνάμεθ᾽, ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
κτεῖν᾽, εἰ δοκεῖ σοι: δυσκλεᾶς γὰρ οὐ κτενεῖς:
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995ἵν᾽ ᾖς δικαία καὶ δάμαρτ᾽ ἐγὼ λάβω.
Χορός
ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους:
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.