Ἑλένη
οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας,
πετομένου δ᾽ ἔρωτος ἀδίκων γάμων ...
Μενελέως
τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
670ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μ᾽ ...
ἐπέλασεν Νείλῳ.
Μενελέως
θαυμαστά: τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν: ἁ Διός μ᾽ ἄλοχος ὤλεσεν.
Μενελέως
675Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
ἵνα θεαὶ μορφὰν
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
τὰ δ᾽ ἐς κρίσιν σοι τῶνδ᾽ ἔθηχ᾽ Ἥρα κακῶν — ;
Ἑλένη
τλάμων, τλάμων: ὧδ᾽ ἐπέλασ᾽ Αἰγύπτῳ.
Μενελέως
εἶτ᾽ ἀντέδωκ᾽ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
685τερ, οἲ 'γώ.
Ἑλένη
οὐκ ἔστι μάτηρ: ἀγχόνιον δὲ βρόχον
δι᾽ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
ὤμοι: θυγατρὸς δ᾽ Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
690γάμον ἄγαμον ἐμόν.
Μενελέως
ὦ πᾶν κατ᾽ ἄκρας δῶμ᾽ ἐμὸν πέρσας Πάρις,
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.
Ἑλένη
ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
695ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τ᾽ ἔλιπον — οὐ λιποῦσ᾽
ἐπ᾽ αἰσχροῖς γάμοις.