previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γραῦς

τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; κατθανῇ
440Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.

Μενελέως

γραῖα, ταὐτὰ ταῦτ᾽ ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ: ἀλλ᾽ ἄνες λόγον.

Γραῦς

ἄπελθ᾽: ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδ᾽ Ἑλλήνων δόμοις.

Μενελέως

445: μὴ προσείλει χεῖρα μηδ᾽ ὤθει βίᾳ.

Γραῦς

πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ᾽ αἴτιος.

Μενελέως

ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...

Γραῦς

πικρῶς ἄρ᾽ οἶμαί γ᾽ ἀγγελεῖν τοὺς σοὺς λόγους.

Μενελέως

ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.

Γραῦς

450οἶκον πρὸς ἄλλον νύν τιν᾽ ἀντὶ τοῦδ᾽ ἴθι.

Μενελέως

οὔκ, ἀλλ᾽ ἔσω πάρειμι: καὶ σύ μοι πιθοῦ.

Γραῦς

ὀχληρὸς ἴσθ᾽ ὤν: καὶ τάχ᾽ ὠσθήσῃ βίᾳ.

Μενελέως

αἰαῖ: τὰ κλεινὰ ποῦ 'στί μοι στρατεύματα;

Γραῦς

οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ᾽, οὐκ ἐνθάδε.

Μενελέως

455 δαῖμον, ὡς ἀνάξι᾽ ἠτιμώμεθα.

Γραῦς

τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν᾽ οἰκτρὸς εἶ;

Μενελέως

πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.

Γραῦς

οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;

Μενελέως

τίς δ᾽ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;

Γραῦς

460Πρωτεὺς τάδ᾽ οἰκεῖ δώματ᾽, Αἴγυπτος δὲ γῆ.

Μενελέως

Αἴγυπτος; δύστηνος, οἷ πέπλευκ᾽ ἄρα.

Γραῦς

τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;

Μενελέως

οὐ τοῦτ᾽ ἐμέμφθην: τὰς ἐμὰς στένω τύχας.

Γραῦς

πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.

Μενελέως

465ἔστ᾽ οὖν ἐν οἴκοις ὅντιν᾽ ὀνομάζεις ἄναξ;

Γραῦς

τόδ᾽ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ᾽ ἄρχει χθονός.

Μενελέως

ποῦ δῆτ᾽ ἂν εἴη; πότερον ἐκτὸς 'ν δόμοις;

Γραῦς

οὐκ ἔνδον: Ἕλλησιν δὲ πολεμιώτατος.

Μενελέως

τίν᾽ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;

Γραῦς

470Ἑλένη κατ᾽ οἴκους ἐστὶ τούσδ᾽ τοῦ Διός.

Μενελέως

πῶς φῄς; τίν᾽ εἶπας μῦθον; αὖθίς μοι φράσον.

Γραῦς

Τυνδαρὶς παῖς, κατὰ Σπάρτην ποτ᾽ ἦν.

Μενελέως

πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ᾽ ἔχει λόγον;

Γραῦς

Λακεδαίμονος γῆς δεῦρο νοστήσασ᾽ ἄπο.

Μενελέως

475πότε; οὔ τί που λελῄσμεθ᾽ ἐξ ἄντρων λέχος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: