Χορός
ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
λόγχαισί τ᾽ ἀλκαίου δορὸς
κτᾶσθε, πόνους ἀμαθῶς θνα-
τῶν καταπαυόμενοι:
1155εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
αἵματος, οὔποτ᾽ ἔρις
λείψει κατ᾽ ἀνθρώπων πόλεις:
ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
ἐξὸν διορθῶσαι λόγοις
1160σὰν ἔριν, ὦ Ἑλένα.
νῦν δ᾽ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
† ἀθλίοις συμφοραῖς αἰλίνοις. †